Ἱστορίαι Ἡροδότου 1.128

1.127

vocabulary

xxxxxx

help

Διαλυθέντος δὲ τοῦ Μηδικοῦ. στρατεύματος αἰσχρῶς, ὡς ἐπύθετο τάχιστα Ἀστυάγης, ἔφη ἀπειλέων τῷ Κύρῳ «ἀλλ᾽ οὐδ᾽ ὣς Κῦρός γε χαιρήσειτοσαῦτα εἶπας πρῶτον μὲν τῶν Μάγων τοὺς ὀνειροπόλους, οἵ μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον, τούτους ἀνεσκολόπισε, μετὰ δὲ ὥπλισε τοὺς ὑπολειφθέντας ἐν τῷ ἄστεϊ τῶν Μήδων, νέους τε καὶ πρεσβύτας ἄνδρας. ἐξαγαγὼν δὲ τούτους καὶ συμβαλὼν τοῖσι Πέρῃσι ἑσσώθη, καὶ αὐτός τε Ἀστυάγης ἐζωγρήθη καὶ τοὺς ἐξήγαγε τῶν Μήδων ἀπέβαλε.

help | vocabulary | text | translation | developer

translation

1.129

xxxxxxx