Ἱστορίαι Ἡροδότου 1.154

1.153

vocabulary

xxxxxx

help

Ὡς δὲ ἀπήλασε Κῦρος ἐκ τῶν Σαρδίων, τοὺς Λυδοὺς ἀπέστησε Πακτύης ἀπό τε Ταβάλου καὶ Κύρου, καταβὰς δὲ ἐπὶ θάλασσαν, ἅτε τὸν χρυσὸν ἔχων πάντα τὸν ἐκ τῶν Σαρδίων, ἐπικούρους τε ἐμισθοῦτο καὶ τοὺς ἐπιθαλασσίους ἀνθρώπους ἔπειθε σὺν ἑωυτῷ στρατεύεσθαι. ἐλάσας δὲ ἐπὶ τὰς Σάρδις ἐπολιόρκεε Τάβαλον ἀπεργμένον ἐν τῇ ἀκροπόλι.

help | vocabulary | text | translation | developer

translation

1.155

xxxxxxx