Ἱστορίαι Ἡροδότου 1.23

1.22

vocabulary

xxxxxx

help

Περίανδρος δὲ ἦν Κυψέλου παῖς οὗτος τῷ Θρασυβούλῳ τὸ χρηστήριον μηνύσας· ἐτυράννευε δὲ Περίανδρος Κορίνθου· τῷ δὴ λέγουσι Κορίνθιοι ὁμολογέουσι δέ σφι Λέσβιοι ἐν τῷ βίῳ θῶμα μέγιστον παραστῆναι, Ἀρίονα τὸν Μηθυμναῖον ἐπὶ δελφῖνος ἐξενειχθέντα ἐπὶ Ταίναρον, ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων οὐδενὸς δεύτερον, καὶ διθύραμβον πρῶτον ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν ποιήσαντά τε καὶ ὀνομάσαντα καὶ διδάξαντα ἐν Κορίνθῳ.

help | vocabulary | text | translation | developer

translation

1.24

xxxxxxx