Ἱστορίαι Ἡροδότου 1.41

1.40

vocabulary

xxxxxx

help

Εἴπας δὲ ταῦτα Κροῖσος μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον, ἀπικομένῳ δέ οἱ λέγει τάδε. «Ἄδρηστε, ἐγώ σε συμφορῇ, πεπληγμένον ἀχάρι, τήν τοι οὐκ ὀνειδίζω, ἐκάθηρα καὶ οἰκίοισι ὑποδεξάμενος ἔχω, παρέχων πᾶσαν δαπάνην. νῦν ὤν ὀφείλεις γὰρ ἐμοῦ προποιήσαντος χρηστὰ ἐς σὲ χρηστοῖσί με ἀμείβεσθαι φύλακα παιδός σε τοῦ ἐμοῦ χρηίζω γενέσθαι ἐς ἄγρην ὁρμωμένου, μή τινες κατ᾽ ὁδὸν κλῶπες κακοῦργοι ἐπὶ δηλήσι φανέωσι ὑμῖν. πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἐστι ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι χρεόν πατρώιόν τε γάρ τοι ἐστὶ καὶ προσέτι ῥώμη ὑπάρχει

help | vocabulary | text | translation | developer

translation

1.42

xxxxxxx