Ἱστορίαι Ἡροδότου 1.88

1.87

vocabulary

xxxxxx

help

μὲν ταῦτα ἔλεγε, Κῦρος δὲ αὐτὸν λύσας κατεῖσέ τε ἐγγὺς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε, ἀπεθώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες πάντες. δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν· μετὰ δὲ ἐπιστραφείς τε καὶ ἰδόμενος τοὺς Πέρσας τὸ τῶν Λυδῶν ἄστυ κεραΐζοντας εἶπε « βασιλεῦ, κότερον λέγειν πρὸς σὲ τὰ νοέων τυγχάνω σιγᾶν ἐν τῷ παρεόντι χρήΚῦρος δέ μιν θαρσέοντα ἐκέλευε λέγειν τι βούλοιτο. δὲ αὐτὸν εἰρώτα λέγων «οὗτος πολλὸς ὅμιλος τί ταῦτα πολλῇ σπουδῇ ἐργάζεται δὲ εἶπε «πόλιν τε τὴν σὴν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέειΚροῖσος δὲ ἀμείβετο «οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ διαρπάζει· οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα· ἀλλὰ φέρουσί τε καὶ ἄγουσι τὰ σά

help | vocabulary | text | translation | developer

translation

1.89

xxxxxxx