Φέρε νῦν καὶ ἄλλο εἴπω περὶ τῶν Κόλχων, ὡς Αἰγυπτίοισι προσφερέες εἰσί· λίνον μοῦνοι οὗτοί τε καὶ Αἰγύπτιοι ἐργάζονται καὶ κατὰ ταὐτά, καὶ ἡ ζόη πᾶσα καὶ ἡ γλῶσσα ἐμφερής ἐστι ἀλλήλοισι. λίνον δὲ τὸ μὲν Κολχικὸν ὑπὸ Ἑλλήνων Σαρδωνικὸν κέκληται, τὸ μέντοι ἀπ᾽ Αἰγύπτου ἀπικνεύμενον καλέεται Αἰγύπτιον.