Ἑρμοτυβίων μὲν οἵδε εἰσὶ νομοί, Βουσιρίτης, Σαΐτης, Χεμμίτης, Παπρημίτης, νῆσος ἡ Προσωπῖτις καλεομένη, Ναθῶ τὸ ἥμισυ. ἐκ μὲν τούτων τῶν νομῶν Ἑρμοτύβιες εἰσί, γενόμενοι, ὅτε ἐπὶ πλείστους ἐγένοντο, ἑκκαίδεκα μυριάδες. καὶ τούτων βαναυσίης οὐδεὶς δεδάηκε οὐδέν, ἀλλ᾽ ἀνέωνται ἐς τὸ μάχιμον.