Ἱστορίαι Ἡροδότου 2.78

2.77

vocabulary

xxxxxx

help

Ἐν δὲ τῇσι συνουσίῃσι τοῖσι εὐδαίμοσι αὐτῶν, ἐπεὰν ἀπὸ δείπνου γένωνται, περιφέρει ἀνὴρ νεκρὸν ἐν σορῷ ξύλινον πεποιημένον, μεμιμημένον ἐς τὰ μάλιστα καὶ γραφῇ καὶ ἔργῳ, μέγαθος ὅσον τε πηχυαῖον δίπηχυν, δεικνὺς δὲ ἑκάστῳ τῶν συμποτέων λέγει «ἐς τοῦτον ὁρέων πῖνέ τε καὶ τέρπευ· ἔσεαι γὰρ ἀποθανὼν τοιοῦτοςταῦτα μὲν παρὰ τὰ συμπόσια ποιεῦσι.

help | vocabulary | text | translation | developer

translation

2.79

xxxxxxx