Ἱστορίαι Ἡροδότου 3.103

3.102

vocabulary

xxxxxx

help

Τὸ μὲν δὴ εἶδος ὁκοῖόν τι ἔχει κάμηλος, ἐπισταμένοισι τοῖσι Ἕλλησι οὐ συγγράφω· τὸ δὲ μὴ ἐπιστέαται αὐτῆς, τοῦτο φράσω· κάμηλος ἐν τοῖσι ὀπισθίοισι σκέλεσι ἔχει τέσσερας μηροὺς καὶ γούνατα τέσσερα, τά τε αἰδοῖα διὰ τῶν ὀπισθίων σκελέων πρὸς τὴν οὐρὴν τετραμμένα.

help | vocabulary | text | translation | developer

translation

3.104

xxxxxxx