Ἱστορίαι Ἡροδότου 3.104

3.103

vocabulary

xxxxxx

help

Οἱ δὲ δὴ Ἰνδοὶ τρόπῳ τοιούτῳ καὶ ζεύξι τοιαύτῃ χρεώμενοι ἐλαύνουσι ἐπὶ τὸν χρυσὸν λελογισμένως ὅκως καυμάτων τῶν θερμοτάτων ἐόντων ἔσονται ἐν τῇ ἁρπαγῇ· ὑπὸ γὰρ τοῦ καύματος οἱ μύρμηκες ἀφανέες γίνονται ὑπὸ γῆν. θερμότατος δὲ ἐστὶ ἥλιος τούτοισι τοῖσι ἀνθρώποισι τὸ ἑωθινόν, οὐ κατά περ τοῖσι ἄλλοισι μεσαμβρίης, ἀλλ᾽ ὑπερτείλας μέχρι οὗ ἀγορῆς διαλύσιος. τοῦτον δὲ τὸν χρόνον καίει πολλῷ μᾶλλον τῇ μεσαμβρίῃ τὴν Ἑλλάδα, οὕτω ὥστ᾽ ἐν ὕδατι λόγος αὐτούς ἐστι βρέχεσθαι τηνικαῦτα. μεσοῦσα δὲ ἡμέρη σχεδὸν παραπλησίως καίει τούς τε ἄλλους ἀνθρώπους καὶ τοὺς Ἰνδούς. ἀποκλινομένης δὲ τῆς μεσαμβρίης γίνεταί σφι ἥλιος κατά περ τοῖσι ἄλλοισι ἑωθινός, καὶ τὸ ἀπὸ τούτου ἀπιὼν ἐπὶ μᾶλλον ψύχει, ἐς ἐπὶ δυσμῇσι ἐὼν καὶ τὸ κάρτα ψύχει.

help | vocabulary | text | translation | developer

translation

3.105

xxxxxxx