Ἱστορίαι Ἡροδότου 3.121

3.120

vocabulary

xxxxxx

help

Οἱ δὲ ἐλάσσονες λέγουσι πέμψαι Ὀροίτεα ἐς Σάμον κήρυκα ὅτευ δὴ χρήματος δεησόμενον οὐ γὰρ ὦν δὴ τοῦτό γε λέγεται, καὶ τὸν Πολυκράτεα τυχεῖν κατακείμενον ἐν ἀνδρεῶνι, παρεῖναι δέ οἱ καὶ Ἀνακρέοντα τὸν Τήιον· καί κως εἴτ᾽ ἐκ προνοίης αὐτὸν κατηλογέοντα τὰ Ὀροίτεω πρήγματα, εἴτε καὶ συντυχίη τις τοιαύτη ἐπεγένετο· τόν τε γὰρ κήρυκα τὸν Ὀροίτεω παρελθόντα διαλέγεσθαι, καὶ τὸν Πολυκράτεα τυχεῖν γὰρ ἀπεστραμμένον πρὸς τὸν τοῖχον οὔτε τι μεταστραφῆναι οὔτε ὑποκρίνασθαι.

help | vocabulary | text | translation | developer

translation

3.122

xxxxxxx