Ἱστορίαι Ἡροδότου 3.73

3.72

vocabulary

xxxxxx

help

Λέγει Γοβρύης μετὰ ταῦτα «ἄνδρες φίλοι, ἡμῖν κότε κάλλιον παρέξει ἀνασώσασθαι τὴν ἀρχήν, εἴ γε μὴ οἷοί τε ἐσόμεθα αὐτὴν ἀναλαβεῖν, ἀποθανεῖν; ὅτε γε ἀρχόμεθα μὲν ἐόντες Πέρσαι ὑπὸ Μήδου ἀνδρὸς Μάγου, καὶ τούτου ὦτα οὐκ ἔχοντος. ὅσοι τε ὑμέων Καμβύσῃ νοσέοντι παρεγένοντο, πάντως κου μέμνησθε τὰ ἐπέσκηψε Πέρσῃσι τελευτῶν τὸν βίον μὴ πειρωμένοισι ἀνακτᾶσθαι τὴν ἀρχήν· τὰ τότε οὐκ ἐνεδεκόμεθα, ἀλλ᾽ ἐπὶ διαβολῇ ἐδοκέομεν εἰπεῖν Καμβύσεα. νῦν ὦν τίθεμαι ψῆφον πείθεσθαι Δαρείῳ καὶ μὴ διαλύεσθαι ἐκ τοῦ συλλόγου τοῦδε ἀλλ᾽ ἐπὶ τὸν Μάγον ἰθέωςταῦτα εἶπε Γοβρύης, καὶ πάντες ταύτῃ αἴνεον.

help | vocabulary | text | translation | developer

translation

3.74

xxxxxxx