Ἱστορίαι Ἡροδότου 4.112

4.111

vocabulary

xxxxxx

help

Ἐπεὶ δὲ ἔμαθον αὐτοὺς αἱ Ἀμαζόνες ἐπ᾽ οὐδεμιῇ δηλήσι ἀπιγμένους, ἔων χαίρειν· προσεχώρεον δὲ πλησιαιτέρω τὸ στρατόπεδον τῷ στρατοπέδῳ ἐπ᾽ ἡμέρῃ ἑκάστη. εἶχον δὲ οὐδὲν οὐδ᾽ οἱ νεηνίσκοι, ὥσπερ αἱ Ἀμαζόνες, εἰ μὴ τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀλλὰ ζόην ἔζωον τὴν αὐτὴν ἐκείνῃσι, θηρεύοντές τε καὶ ληιζόμενοι.

help | vocabulary | text | translation | developer

translation

4.113

xxxxxxx