Ἱστορίαι Ἡροδότου 4.130

4.129

vocabulary

xxxxxx

help

Ταῦτα μέν νυν ἐπὶ σμικρόν τι ἐφέροντο τοῦ πολέμου. οἱ δὲ Σκύθαι ὅκως τοὺς Πέρσας ἴδοιεν τεθορυβημένους, ἵνα παραμένοιεν τε ἐπὶ πλέω χρόνον ἐν τῇ Σκυθικῇ καὶ παραμένοντες ἀνιῴατο τῶν πάντων ἐπιδευέες ἐόντες, ἐποίεον τοιάδε· ὅκως τῶν προβάτων τῶν σφετέρων αὐτῶν καταλίποιεν μετὰ τῶν νομέων, αὐτοὶ ἂν ὑπεξήλαυνον ἐς ἄλλον χῶρον. οἱ δὲ ἂν Πέρσαι ἐπελθόντες λάβεσκον τὰ πρόβατα καὶ λαβόντες ἐπηείροντο ἂν τῷ πεποιημένῳ.

help | vocabulary | text | translation | developer

translation

4.131

xxxxxxx