Ἱστορίαι Ἡροδότου 4.131

4.130

vocabulary

xxxxxx

help

Πολλάκις δὲ τοιούτου γινομένου, τέλος Δαρεῖος τε ἐν ἀπορίῃσι εἴχετο, καὶ οἱ Σκυθέων βασιλέες μαθόντες τοῦτο ἔπεμπον κήρυκα δῶρα Δαρείῳ φέροντα ὄρνιθά τε καὶ μῦν καὶ βάτραχον καὶ ὀιστοὺς πέντε. Πέρσαι δὲ τὸν φέροντα τὰ δῶρα ἐπειρώτεον τὸν νόον τῶν διδομένων. δὲ οὐδὲν. ἔφη οἱ ἐπεστάλθαι ἄλλο δόντα τὴν ταχίστην ἀπαλλάσσεσθαι· αὐτοὺς δὲ τοὺς Πέρσας ἐκέλευε, εἰ σοφοί εἰσι, γνῶναι τὸ θέλει τὰ δῶρα λέγειν.

help | vocabulary | text | translation | developer

translation

4.132

xxxxxxx