Ἱστορίαι Ἡροδότου 4.158

4.157

vocabulary

xxxxxx

help

Τοῦτον οἴκεον τὸν χῶρον ἓξ ἔτεα, ἑβδόμῳ δὲ σφέας ἔτει παραιτησάμενοι οἱ Λίβυες ὡς ἐς ἀμείνονα χῶρον ἄξουσι, ἀνέγνωσαν ἐκλιπεῖν. ἦγον δὲ σφέας ἐνθεῦτεν οἱ Λίβυες ἀναστήσαντες πρὸς ἑσπέρην, καὶ τὸν κάλλιστον τῶν χώρων ἵνα διεξιόντες οἱ Ἕλληνες μὴ ἴδοιεν, συμμετρησάμενοι τὴν ὥρην τῆς ἡμέρης νυκτὸς παρῆγον. ἔστι δὲ τῷ χώρῳ τούτω οὔνομα Ἴρασα. ἀγαγόντες δὲ σφέας ἐπὶ κρήνην λεγομένην εἶναι Ἀπόλλωνος εἶπαν «ἄνδρες Ἕλληνες, ἐνθαῦτα ὑμῖν ἐπιτήδεον οἰκέειν. ἐνθαῦτα γὰρ οὐρανὸς τέτρηται

help | vocabulary | text | translation | developer

translation

4.159

xxxxxxx