Ἱστορίαι Ἡροδότου 4.16

4.15

vocabulary

xxxxxx

help

Τῆς δὲ γῆς, τῆς πέρι ὅδε λόγος ὅρμηται λέγεσθαι, οὐδεὶς οἶδε ἀτρεκέως τι τὸ κατύπερθε ἐστί· οὐδενὸς γὰρ δὴ αὐτόπτεω εἰδέναι φαμένου δύναμαι πυθέσθαι· οὐδὲ γὰρ οὐδὲ Ἀριστέης, τοῦ περ ὀλίγῳ πρότερον τούτων μνήμην ἐποιεύμην, οὐδὲ οὗτος προσωτέρω Ἰσσηδόνων ἐν αὐτοῖσι τοῖσι ἔπεσι ποιέων ἔφησε ἀπικέσθαι, ἀλλὰ τὰ κατύπερθε ἔλεγε ἀκοῇ, φασ᾽ Ἰσσηδόνας εἶναι τοὺς ταῦτα λέγοντας. ἀλλ᾽ ὅσον μὲν ἡμεῖς ἀτρεκέως ἐπὶ μακρότατον οἷοι τε ἐγενόμεθα ἀκοῇ ἐξικέσθαι, πᾶν εἰρήσεται.

help | vocabulary | text | translation | developer

translation

4.17

xxxxxxx