Ἱστορίαι Ἡροδότου 4.163

4.162

vocabulary

xxxxxx

help

Δὲ Ἀρκεσίλεως τοῦτον τὸν χρόνον ἐὼν ἐν Σάμῳ συνήγειρε πάντα ἄνδρα ἐπὶ γῆς ἀναδασμῷ· συλλεγομένου δὲ στρατοῦ πολλοῦ, ἐστάλη ἐς Δελφοὺς Ἀρκεσίλεως χρησόμενος τῷ χρηστηρίῳ περὶ κατόδου. δὲ Πυθίη οἱ χρᾷ τάδε. «ἐπὶ μὲν τέσσερας Βᾶττους καὶ Ἀρκεσίλεως τέσσερας, ὀκτὼ ἀνδρῶν γενεάς, διδοῖ ὑμῖν Λοξίης βασιλεύειν Κυρήνης,163.3 πλέον μέντοι τούτου οὐδὲ πειρᾶσθαι παραινέει. σὺ μέντοι ἥσυχος εἶναι κατελθὼν ἐς τὴν σεωυτοῦ. ἢν δὲ τὴν κάμινον εὕρῃς πλέην ἀμφορέων, μὴ ἐξοπτήσῃς τοὺς ἀμφορέας ἀλλ᾽ ἀπόπεμπε κατ᾽ οὖρον· εἰ δὲ ἐξοπτήσεις τὴν κάμινον, μὴ ἐσέλθῃς ἐς τὴν ἀμφίρρυτον· εἰ δὲ μὴ ἀποθανέαι καὶ αὐτὸς καὶ ταῦρος καλλιστεύωνταῦτα Πυθίη Ἀρκεσίλεῳ χρᾷ.

help | vocabulary | text | translation | developer

translation

4.164

xxxxxxx