Ἱστορίαι Ἡροδότου 4.173

4.172

vocabulary

xxxxxx

help

Νασαμῶσι δὲ προσόμουροι εἰσὶ Ψύλλοι. οὗτοι ἐξαπολώλασι τρόπῳ τοιῷδε· νότος σφι πνέων ἄνεμος τὰ ἔλυτρα τῶν ὑδάτων ἐξηύηνε, δὲ χώρη σφι ἅπασα ἐντὸς ἐοῦσα τῆς Σύρτιος ἦν ἄνυδρος. οἳ δὲ βουλευσάμενοι κοινῷ λόγῳ ἐστρατεύοντο ἐπὶ τὸν νότον λέγω δὲ ταῦτα τὰ λέγουσι Λίβυες, καὶ ἐπείτε ἐγίνοντο ἐν τῇ ψάμμῳ, πνεύσας νότος κατέχωσε σφέας. ἐξαπολομένων δὲ τούτων ἔχουσι τὴν χώρην οἱ Νασαμῶνες.

help | vocabulary | text | translation | developer

translation

4.174

xxxxxxx