Ἱστορίαι Ἡροδότου 4.188

4.187

vocabulary

xxxxxx

help

Θυσίαι δὲ τοῖσι νομάσι εἰσὶ αἵδε. ἐπεὰν τοῦ ὠτὸς ἀπάρξωνται τοῦ κτήνεος, ῥιπτέουσι ὑπὲρ τὸν δόμον, τοῦτο δὲ ποιήσαντες ἀποστρέφουσι τὸν αὐχένα αὐτοῦ· θύουσι δὲ ἡλίῳ καὶ σελήνῃ μούνοισι. τούτοισι μέν νυν πάντες Λίβυες θύουσι, ἀτὰρ οἱ περὶ τὴν Τριτωνίδα λίμνην νέμοντες τῇ Ἀθηναίῃ μάλιστα, μετὰ δὲ τῷ; Τρίτωνι καὶ τῷ Ποσειδέωνι.

help | vocabulary | text | translation | developer

translation

4.189

xxxxxxx