Ἱστορίαι Ἡροδότου 4.192

4.191

vocabulary

xxxxxx

help

Κατὰ τοὺς νομάδας δὲ ἐστὶ τούτων οὐδέν, ἀλλ᾽ ἄλλα τοιάδε, πύγαργοι καὶ ζορκάδες καὶ βουβάλιες καὶ ὄνοι, οὐκ οἱ τὰ κέρεα ἔχοντες ἀλλ᾽ ἄλλοι ἄποτοι οὐ γὰρ δὴ πίνουσι, καὶ ὄρυες, τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται μέγαθος δὲ τὸ θηρίον τοῦτο κατὰ βοῦν ἐστι, καὶ βασσάρια καὶ ὕαιναι καὶ ὕστριχες καὶ κριοὶ ἄγριοι καὶ δίκτυες καὶ θῶες καὶ πάνθηρες καὶ βόρυες, καὶ κροκόδειλοι ὅσον τε τριπήχεες χερσαῖοι, τῇσι σαύρῃσι ἐμφερέστατοι, καὶ στρουθοὶ κατάγαιοι, καὶ ὄφιες μικροί, κέρας ἓν ἕκαστος ἔχοντες· ταῦτά τε δὴ αὐτόθι ἐστὶ θηρία καὶ τά περ τῇ ἄλλη, πλὴν ἐλάφου τε καὶ ὑὸς ἀγρίου· ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν Λιβύῃ πάμπαν οὐκ ἔστι. μυῶν δὲ γένεα τριξὰ αὐτόθι ἔστι· οἳ μὲν δίποδες καλέονται, οἳ δὲ ζεγέριες τὸ δὲ οὔνομα τοῦτο ἐστὶ μὲν Λιβυστικόν, δύναται δὲ κατ᾽ Ἑλλάδα γλῶσσαν βουνοί, οἳ δὲ ἐχινέες. εἰσὶ δὲ καὶ γαλαῖ ἐν τῷ σιλφίῳ γινόμεναι τῇσι Ταρτησσίῃσι ὁμοιόταται. τοσαῦτα μέν νυν θηρία τῶν νομάδων Λιβύων γῆ ἔχει, ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι.

help | vocabulary | text | translation | developer

translation

4.193

xxxxxxx