Ἱστορίαι Ἡροδότου 4.20

4.19

vocabulary

xxxxxx

help

Πέρην δὲ τοῦ Γέρρου ταῦτα δὴ τὰ καλεύμενα βασιλήια ἐστὶ καὶ Σκύθαι οἱ ἄριστοί τε καὶ πλεῖστοι καὶ τοὺς ἄλλους νομίζοντες Σκύθας δούλους σφετέρους εἶναι· κατήκουσι δὲ οὗτοι τὸ μὲν πρὸς μεσαμβρίην ἐς τὴν Ταυρικήν, τὸ δὲ πρὸς ἠῶ ἐπί τε τάφρον, τὴν δὴ οἱ ἐκ τῶν τυφλῶν γενόμενοι ὤρυξαν, καὶ ἐπὶ τῆς λίμνης τῆς Μαιήτιδος τὸ ἐμπόριον τὸ καλέεται Κρημνοί· τὰ δὲ αὐτῶν κατήκουσι ἐπὶ ποταμὸν Τάναϊν. τὰ δὲ κατύπερθε πρὸς βορέην ἄνεμον τῶν βασιληίων Σκυθέων οἰκέουσι Μελάγχλαινοι, ἄλλο ἔθνος καὶ οὐ Σκυθικὸν. μελαγχλαίνων δὲ τὸ κατύπερθε λίμναι καὶ ἔρημος ἐστὶ ἀνθρώπων, κατ᾽ ὅσον ἡμεῖς ἴδμεν.

help | vocabulary | text | translation | developer

translation

4.21

xxxxxxx