Μέχρι μέν νυν τῶν φαλακρῶν τούτων πολλὴ περιφανείη τῆς χώρης ἐστὶ καὶ τῶν ἔμπροσθε ἐθνέων· καὶ γὰρ Σκυθέων τινὲς ἀπικνέονται ἐς αὐτούς, τῶν οὐ χαλεπόν ἐστι πυθέσθαι καὶ Ἑλλήνων τῶν ἐκ Βορυσθένεος τε ἐμπορίου καὶ τῶν ἄλλων Ποντικῶν ἐμπορίων· Σκυθέων δὲ οἳ ἂν ἔλθωσι ἐς αὐτούς, δι᾽ ἑπτὰ ἑρμηνέων καὶ δι᾽ ἑπτὰ γλωσσέων διαπρήσσονται.