Ἱστορίαι Ἡροδότου 4.29

4.28

vocabulary

xxxxxx

help

Δοκέει δέ μοι καὶ τὸ γένος τῶν βοῶν τὸ κόλον διὰ ταῦτα οὐ φύειν κέρεα αὐτόθι· μαρτυρέει δέ μοι τῇ γνώμῃ καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσείῃ ἔχον ὧδε,καὶ Λιβύην, ὅθι τ᾽ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι,ὀρθῶς εἰρημένον, ἐν τοῖσι θερμοῖσι ταχὺ παραγίνεσθαι τὰ κέρεα, ἐν δὲ τοῖσι ἰσχυροῖσι ψύχεσι οὐ φύειν κέρεα τὰ κτήνεα ἀρχὴν φύοντα φύειν μόγις.

help | vocabulary | text | translation | developer

translation

4.30

xxxxxxx