Ἱστορίαι Ἡροδότου 4.66

4.65

vocabulary

xxxxxx

help

Ἅπαξ δὲ τοῦ ἐνιαυτοῦ ἑκάστου νομάρχης ἕκαστος ἐν τῷ ἑωυτοῦ νομῷ κιρνᾷ κρητῆρα οἴνου, ἀπ᾽ οὗ πίνουσι τῶν Σκυθέων τοῖσι ἂν ἄνδρες πολέμιοι ἀραιρημένοι ἔωσι. τοῖσι δ᾽ ἂν μὴ κατεργασμένον τοῦτο, οὐ γεύονται τοῦ οἴνου τούτου, ἀλλ᾽ ἠτιμωμένοι ἀποκατέαται· ὄνειδος δέ σφι ἐστὶ μέγιστον τοῦτο. ὅσοι δὲ ἂν αὐτῶν καὶ κάρτα πολλοὺς ἄνδρας ἀραιρηκότες ἔωσι, οὗτοι δὲ σύνδυο κύλικας ἔχοντες πίνουσι ὁμοῦ.

help | vocabulary | text | translation | developer

translation

4.67

xxxxxxx