Ἱστορίαι Ἡροδότου 4.74

4.73

vocabulary

xxxxxx

help

Ἔστι δέ σφι κάνναβις φυομένη ἐν τῇ χώρῃ πλὴν παχύτητος καὶ μεγάθεος τῷ λίνῳ ἐμφερεστάτη· ταύτῃ δὲ πολλῷ ὑπερφέρει κάνναβις. αὕτη καὶ αὐτομάτη καὶ σπειρομένη φύεται, καὶ ἐξ αὐτῆς Θρήικες μὲν καὶ εἵματα ποιεῦνται τοῖσι λινέοισι ὁμοιότατα· οὐδ᾽ ἄν, ὅστις μὴ κάρτα τρίβων εἴη αὐτῆς, διαγνοίη λίνου καννάβιος ἐστί· ὃς δὲ μὴ εἶδε κω τὴν κανναβίδα, λίνεον δοκήσει εἶναι τὸ εἷμα.

help | vocabulary | text | translation | developer

translation

4.75

xxxxxxx