Ἱστορίαι Ἡροδότου 4.77

4.76

vocabulary

xxxxxx

help

Καίτοι τινὰ ἤδη ἤκουσα λόγον ἄλλον ὑπὸ Πελοποννησίων λεγόμενον, ὡς ὑπὸ τοῦ Σκυθέων βασιλέος Ἀνάχαρσις ἀποπεμφθεὶς τῆς Ἑλλάδος μαθητὴς γένοιτο, ὀπίσω τε ἀπονοστήσας φαίη πρὸς τὸν ἀποπέμψαντα Ἕλληνας πάντας ἀσχόλους εἶναι ἐς πᾶσαν σοφίην πλὴν Λακεδαιμονίων, τούτοισι δὲ εἶναι μούνοισι σωφρόνως δοῦναι τε καὶ δέξασθαι λόγον. ἀλλ᾽ οὗτος μὲν λόγος ἄλλως πέπλασται ὑπ᾽ αὐτῶν Ἑλλήνων, δ᾽ ὧν ἀνὴρ ὥσπερ πρότερον εἰρέθη διεφθάρη.

help | vocabulary | text | translation | developer

translation

4.78

xxxxxxx