Ἱστορίαι Ἡροδότου 4.82

4.81

vocabulary

xxxxxx

help

Θωμάσια δὲ χώρη αὕτη οὐκ ἔχει, χωρὶς ὅτι ποταμούς τε πολλῶ μεγίστους καὶ ἀριθμὸν πλείστους. τὸ δὲ ἀποθωμάσαι ἄξιον καὶ πάρεξ τῶν ποταμῶν καὶ τοῦ μεγάθεος τοῦ πεδίου παρέχεται, εἰρήσεται. ἴχνος Ἡρακλέος φαίνουσι ἐν πέτρῃ ἐνεόν, τὸ ἔοικε μὲν βήματι ἀνδρός, ἔστι δὲ τὸ μέγαθος δίπηχυ, παρὰ τὸν Τύρην ποταμόν. τοῦτο μέν νυν τοιοῦτο ἐστί, ἀναβήσομαι δὲ ἐς τὸν κατ᾽ ἀρχὰς ἤια λέξων λόγον.

help | vocabulary | text | translation | developer

translation

4.83

xxxxxxx