Ἱστορίαι Ἡροδότου 4.90

4.89

vocabulary

xxxxxx

help

Δὲ Τέαρος λέγεται ὑπὸ τῶν περιοίκων εἶναι ποταμῶν ἄριστος τὰ τε ἄλλα τὰ ἐς ἄκεσιν φέροντα καὶ δὴ καὶ ἀνδράσι καὶ ἵπποισι ψώρην ἀκέσασθαι. εἰσὶ δὲ αὐτοῦ αἱ πηγαὶ δυῶν δέουσαι τεσσεράκοντα, ἐκ πέτρης τῆς αὐτῆς ῥέουσαι, καὶ αἳ μὲν αὐτέων εἰσὶ ψυχραὶ αἳ δὲ θερμαί. ὁδὸς δ᾽ ἐπ᾽ αὐτάς ἐστι ἴση ἐξ Ἡραίου τε πόλιος τῆς παρὰ Περίνθῳ καὶ ἐξ Ἀπολλωνίης τῆς ἐν τῷ Εὐξείνῳ πόντῳ, δυῶν ἡμερέων ἑκατέρη. ἐκδιδοῖ δὲ Τέαρος οὗτος ἐς τὸν Κοντάδεσδον ποταμόν, δὲ Κοντάδεσδος ἐς τὸν Ἀγριάνην, δὲ Ἀγριάνης ἐς τὸν Ἕβρον, δὲ ἐς θάλασσαν τὴν παρ᾽ Αἴνῳ πόλι.

help | vocabulary | text | translation | developer

translation

4.91

xxxxxxx