Ἱστορίαι Ἡροδότου 4.91

4.90

vocabulary

xxxxxx

help

Ἐπὶ τοῦτον ὦν τὸν ποταμὸν ἀπικόμενος Δαρεῖος ὡς ἐστρατοπεδεύσατο, ἡσθεὶς τῷ ποταμῷ στήλην ἔστησε καὶ ἐνθαῦτα, γράμματα ἐγγράψας λέγοντα τάδε. «Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν· καὶ ἐπ᾽ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ ἄριστος τε καὶ κάλλιστος πάντων ἀνθρώπων, Δαρεῖος Ὑστάσπεος, Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύςταῦτα δὲ ἐνθαῦτα ἐγράφη.

help | vocabulary | text | translation | developer

translation

4.92

xxxxxxx