Ἱστορίαι Ἡροδότου 5.110

5.109

vocabulary

xxxxxx

help

Ἴωνες μὲν τούτοισι ἀμείψαντο· μετὰ δὲ ἡκόντων ἐς τὸ πεδίον τὸ Σαλαμινίων τῶν Περσέων, διέτασσον οἱ βασιλέες τῶν Κυπρίων, τοὺς μὲν ἄλλους Κυπρίους κατὰ τοὺς ἄλλους στρατιώτας ἀντιτάσσοντες, Σαλαμινίων δὲ καὶ Σολίων ἀπολέξαντες τὸ ἄριστον ἀντέτασσον Πέρσῃσι· Ἀρτυβίῳ δὲ τῷ στρατηγῷ τῶν Περσέων ἐθελοντὴς ἀντετάσσετο Ὀνήσιλος.

help | vocabulary | text | translation | developer

translation

5.111

xxxxxxx