Ἱστορίαι Ἡροδότου 5.113

5.112

vocabulary

xxxxxx

help

Ἀρτύβιος μὲν δὴ στρατηγὸς τῶν Περσέων ὁμοῦ τῷ ἵππῳ πίπτει αὐτοῦ ταύτῃ. μαχομένων δὲ καὶ τῶν ἄλλων, Στησήνωρ τύραννος ἐὼν Κουρίου προδιδοῖ ἔχων δύναμιν ἀνδρῶν περὶ ἑωυτὸν οὐ σμικρήν. οἱ δὲ Κουριέες οὗτοι λέγονται εἶναι Ἀργείων ἄποικοι. προδόντων δὲ τῶν Κουριέων αὐτίκα καὶ τὰ Σαλαμινίων πολεμιστήρια ἅρματα τὠυτὸ τοῖσι Κουριεῦσι ἐποίεε. γινομένων δὲ τούτων κατυπέρτεροι ἦσαν οἱ Πέρσαι τῶν Κυπρίων. τετραμμένου δὲ τοῦ στρατοπέδου ἄλλοι τε ἔπεσον πολλοὶ καὶ δὴ καὶ Ὀνήσιλός τε Χέρσιος, ὅς περ τὴν Κυπρίων ἀπόστασιν ἔπρηξε, καὶ Σολίων βασιλεὺς Ἀριστόκυπρος Φιλοκύπρου, Φιλοκύπρου δὲ τούτου τὸν Σόλων Ἀθηναῖος ἀπικόμενος ἐς Κύπρον ἐν ἔπεσι αἴνεσε τυράννων μάλιστα.

help | vocabulary | text | translation | developer

translation

5.114

xxxxxxx