Ἱστορίαι Ἡροδότου 5.117

5.116

vocabulary

xxxxxx

help

Δαυρίσης μὲν τραπόμενος πρὸς τὰς ἐν Ἑλλησπόντῳ πόλις εἷλε μὲν Δάρδανον, εἷλε δὲ Ἄβυδόν τε καὶ Περκώτην καὶ Λάμψακον καὶ Παισόν. ταύτας μὲν ἐπ᾽ ἡμέρῃ ἑκάστῃ αἵρεε, ἀπὸ δὲ Παισοῦ ἐλαύνοντί οἱ ἐπὶ Πάριον πόλιν ἦλθε ἀγγελίη τοὺς Κᾶρας τὠυτὸ Ἴωσι φρονήσαντας ἀπεστάναι ἀπὸ Περσέων. ἀποστρέψας ὦν ἐκ τοῦ Ἑλλησπόντου ἤλαυνε τὸν στρατὸν ἐπὶ τὴν Καρίην.

help | vocabulary | text | translation | developer

translation

5.118

xxxxxxx