Ἱστορίαι Ἡροδότου 5.3

5.2

vocabulary

xxxxxx

help

Θρηίκων δὲ ἔθνος μέγιστον ἐστὶ μετά γε Ἰνδοὺς πάντων ἀνθρώπων· εἰ δὲ ὑπ᾽ ἑνὸς ἄρχοιτο φρονέοι κατὰ τὠυτό, ἄμαχόν τ᾽ ἂν εἴη καὶ πολλῷ κράτιστον πάντων ἐθνέων κατὰ γνώμην τὴν ἐμήν. ἀλλὰ γὰρ τοῦτο ἄπορόν σφι καὶ ἀμήχανον μή κοτε ἐγγένηται, εἰσὶ δὴ κατὰ τοῦτο ἀσθενέες. οὐνόματα δ᾽ ἔχουσι πολλὰ κατὰ χώρας ἕκαστοι, νόμοισι δὲ οὗτοι παραπλησίοισι πάντες χρέωνται κατὰ πάντα, πλὴν Γετέων καὶ Τραυσῶν καὶ τῶν κατύπερθε Κρηστωναίων οἰκεόντων.

help | vocabulary | text | translation | developer

translation

5.4

xxxxxxx