Ἱστορίαι Ἡροδότου 5.6

5.5

vocabulary

xxxxxx

help

Τῶν δὲ δὴ ἄλλων Θρηίκων ἐστὶ ὅδε νόμος· πωλεῦσι τὰ τέκνα ἐπ᾽ ἐξαγωγῇ, τὰς δὲ παρθένους οὐ φυλάσσουσι, ἀλλ᾽ ἐῶσι τοῖσι αὐταὶ βούλονται ἀνδράσι μίσγεσθαι· τὰς δὲ γυναῖκας ἰσχυρῶς φυλάσσουσι καὶ ὠνέονται τὰς γυναῖκας παρὰ τῶν γονέων χρημάτων μεγάλων. καὶ τὸ μὲν ἐστίχθαι εὐγενὲς κέκριται, τὸ δὲ ἄστικτον ἀγεννές. ἀργὸν εἶναι κάλλιστον, γῆς δὲ ἐργάτην ἀτιμότατον· τὸ ζῆν ἀπὸ πολέμου καὶ ληιστύος κάλλιστον.

help | vocabulary | text | translation | developer

translation

5.7

xxxxxxx