Ἱστορίαι Ἡροδότου 5.64

5.63

vocabulary

xxxxxx

help

Μετὰ δὲ Λακεδαιμόνιοι μέζω στόλον στείλαντες ἀπέπεμψαν ἐπὶ τὰς Ἀθήνας, στρατηγὸν τῆς στρατιῆς ἀποδέξαντες βασιλέα Κλεομένεα τὸν Ἀναξανδρίδεω, οὐκέτι κατὰ θάλασσαν στείλαντες ἀλλὰ κατ᾽ ἤπειρον· τοῖσι ἐσβαλοῦσι ἐς τὴν Ἀττικὴν χώρην τῶν Θεσσαλῶν ἵππος πρώτη προσέμιξε καὶ οὐ μετὰ πολλὸν ἐτράπετο, καὶ σφεων ἔπεσον ὑπὲρ τεσσεράκοντα ἄνδρας· οἱ δὲ περιγενόμενοι ἀπαλλάσσοντο ὡς εἶχον εὐθὺς ἐπὶ Θεσσαλίης. Κλεομένης δὲ ἀπικόμενος ἐς τὸ ἄστυ ἅμα Ἀθηναίων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐπολιόρκεε τοὺς τυράννους ἀπεργμένους ἐν τῷ Πελασγικῷ τείχεϊ.

help | vocabulary | text | translation | developer

translation

5.65

xxxxxxx