Ἱστορίαι Ἡροδότου 5.88

5.87

vocabulary

xxxxxx

help

Ἔστι δὲ ἀληθέι λόγῳ χρεωμένοισι οὐκ Ἰὰς αὕτη ἐσθὴς τὸ παλαιὸν ἀλλὰ Κάειρα, ἐπεὶ γε Ἑλληνικὴ ἐσθὴς πᾶσα ἀρχαίη τῶν γυναικῶν αὐτὴ ἦν τὴν νῦν Δωρίδα καλέομεν. τοῖσι δὲ Ἀργείοισι καὶ τοῖσι Αἰγινήτῃσι καὶ πρὸς ταῦτα ἔτι τόδε ποιῆσαι νόμον εἶναι παρὰ σφίσι ἑκατέροισι τὰς περόνας ἡμιολίας ποιέεσθαι τοῦ τότε κατεστεῶτος μέτρου, καὶ ἐς τὸ ἱρὸν τῶν θεῶν τουτέων περόνας μάλιστα ἀνατιθέναι τὰς γυναῖκας, Ἀττικὸν δὲ μήτε τι ἄλλο προσφέρειν πρὸς τὸ ἱρὸν μήτε κέραμον, ἀλλ᾽ ἐκ χυτρίδων ἐπιχωριέων νόμον τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν.

help | vocabulary | text | translation | developer

translation

5.89

xxxxxxx