Ἱστορίαι Ἡροδότου 5.89

5.88

vocabulary

xxxxxx

help

Ἀργείων μέν νυν καὶ Αἰγινητέων αἱ γυναῖκες ἐκ τόσου κατ᾽ ἔριν τὴν Ἀθηναίων περόνας ἔτι καὶ ἐς ἐμὲ ἐφόρεον μέζονας πρὸ τοῦ, τῆς δὲ ἔχθρης τῆς πρὸς Αἰγινήτας ἐξ Ἀθηναίων γενομένης ἀρχὴ κατὰ τὰ εἴρηται ἐγένετο. τότε δὲ Θηβαίων ἐπικαλεομένων, προθύμως τῶν περὶ τὰ ἀγάλματα γενομένων ἀναμιμνησκόμενοι οἱ Αἰγινῆται ἐβοήθεον τοῖσι Βοιωτοῖσι. Αἰγινῆταί τε δὴ ἐδηίουν τῆς Ἀττικῆς τὰ παραθαλάσσια, καὶ Ἀθηναίοισι ὁρμημένοισι ἐπ᾽ Αἰγινήτας στρατεύεσθαι ἦλθε μαντήιον ἐκ Δελφῶν, ἐπισχόντας ἀπὸ τοῦ Αἰγινητέων ἀδικίου τριήκοντα ἔτεα, τῷ ἑνὶ καὶ τριηκοστῷ Αἰακῷ τέμενος ἀποδέξαντας ἄρχεσθαι τοῦ πρὸς Αἰγινήτας πολέμου, καί σφι χωρήσειν τὰ βούλονται· ἢν δὲ αὐτίκα ἐπιστρατεύωνται, πολλὰ μὲν σφέας ἐν τῷ μεταξὺ τοῦ χρόνου πείσεσθαι πολλὰ δὲ καὶ ποιήσειν, τέλος μέντοι καταστρέψεσθαι. ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Ἀθηναῖοι, τῷ μὲν Αἰακῷ τέμενος ἀπέδεξαν τοῦτο τὸ νῦν ἐπὶ τῆς ἀγορῆς ἵδρυται, τριήκοντα δὲ ἔτεα οὐκ ἀνέσχοντο ἀκούσαντες ὅκως χρεὸν εἴη ἐπισχεῖν πεπονθότας ὑπ᾽ Αἰγινητέων ἀνάρσια.

help | vocabulary | text | translation | developer

translation

5.90

xxxxxxx