Ἱστορίαι Ἡροδότου 6.18

6.17

vocabulary

xxxxxx

help

Οἱ δὲ Πέρσαι ἐπείτε τῇ ναυμαχίῃ ἐνίκων τοὺς Ἴωνας, τὴν Μίλητον πολιορκέοντες ἐκ γῆς καὶ θαλάσσης καὶ ὑπορύσσοντες τὰ τείχεα καὶ παντοίας μηχανὰς προσφέροντες, αἱρέουσι κατ᾽ ἄκρης ἕκτῳ ἔτει ἀπὸ τῆς ἀποστάσιος τῆς Ἀρισταγόρεω καὶ ἠνδραποδίσαντο τὴν πόλιν, ὥστε συμπεσεῖν τὸ πάθος τῷ χρηστηρίῳ τῷ ἐς Μίλητον γενομένῳ.

help | vocabulary | text | translation | developer

translation

6.19

xxxxxxx