Ἱστορίαι Ἡροδότου 6.3

6.2

vocabulary

xxxxxx

help

Ἐνθαῦτα δὴ εἰρωτώμενος ὑπὸ τῶν Ἰώνων Ἱστιαῖος κατ᾽ τι προθύμως οὕτω ἐπέστειλε τῷ Ἀρισταγόρῃ ἀπίστασθαι ἀπὸ βασιλέος καὶ κακὸν τοσοῦτον εἴη Ἴωνας ἐξεργασμένος, τὴν μὲν γενομένην αὐτοῖσι αἰτίην οὐ μάλα ἐξέφαινε, δὲ ἔλεγέ σφι ὡς βασιλεὺς Δαρεῖος ἐβουλεύσατο Φοίνικας μὲν ἐξαναστήσας ἐν τῇ Ἰωνίῃ κατοικίσαι, Ἴωνας δὲ ἐν τῇ Φοινίκῃ, καὶ τούτων εἵνεκα ἐπιστείλειε. οὐδέν τι πάντως ταῦτα βασιλέος βουλευσαμένου ἐδειμάτου τοὺς Ἴωνας.

help | vocabulary | text | translation | developer

translation

6.4

xxxxxxx