Ἐν δὲ τῇ Σπάρτῃ τοῦτον τὸν χρόνον ὑπομένων Δημάρητος ὁ Ἀρίστωνος διέβαλλε τὸν Κλεομένεα, ἐὼν βασιλεὺς καὶ οὗτος Σπαρτιητέων, οἰκίης δὲ τῆς ὑποδεεστέρης, κατ᾽ ἄλλο μὲν οὐδὲν ὑποδεεστέρης· ἀπὸ γὰρ τοῦ αὐτοῦ γεγόνασι· κατὰ πρεσβυγενείην δὲ κως τετίμηται μᾶλλον ἡ Εὐρυσθένεος.