Ἱστορίαι Ἡροδότου 6.78

6.77

vocabulary

xxxxxx

help

Μαθὼν δὲ Κλεομένης ποιεῦντας τοὺς Ἀργείους ὁκοῖόν τι σφέτερος κῆρυξ σημήνειε, παραγγέλλει σφι, ὅταν σημήνῃ κῆρυξ ποιέεσθαι ἄριστον, τότε ἀναλαβόντας τὰ ὅπλα χωρέειν ἐς τοὺς Ἀργείους. ταῦτα καὶ ἐγένετο ἐπιτελέα ἐκ τῶν Λακεδαιμονίων· ἄριστον γὰρ ποιευμένοισι τοῖσι Ἀργείοισι ἐκ τοῦ κηρύγματος ἐπεκέατο, καὶ πολλοὺς μὲν ἐφόνευσαν αὐτῶν, πολλῷ δέ τι πλεῦνας ἐς τὸ ἄλσος τοῦ Ἄργου καταφυγόντας περιιζόμενοι ἐφύλασσον.

help | vocabulary | text | translation | developer

translation

6.79

xxxxxxx