Ἱστορίαι Ἡροδότου 7.130

7.129

vocabulary

xxxxxx

help

Οἱ δὲ κατηγεόμενοι, εἰρομένου Ξέρξεω εἰ ἔστι ἄλλη ἔξοδος ἐς θάλασσαν τῷ Πηνειῷ, ἐξεπιστάμενοι ἀτρεκέως εἶπον «βασιλεῦ, ποταμῷ τούτῳ οὐκ ἔστι ἄλλη ἐξήλυσις ἐς θάλασσαν κατήκουσα, ἀλλ᾽ ἥδε αὐτή· ὄρεσι γὰρ περιεστεφάνωται πᾶσα ΘεσσαλίηΞέρξην δὲ λέγεται εἰπεῖν πρὸς ταῦτα «σοφοὶ ἄνδρες εἰσὶ Θεσσαλοί. ταῦτ᾽ ἄρα πρὸ πολλοῦ ἐφυλάξαντο γνωσιμαχέοντες καὶ τἆλλα καὶ ὅτι χώρην ἄρα εἶχον εὐαίρετόν τε καὶ ταχυάλωτον. τὸν γὰρ ποταμὸν πρῆγμα ἂν ἦν μοῦνον ἐπεῖναι σφέων ἐπὶ τὴν χώρην, χώματι ἐκ τοῦ αὐλῶνος ἐκβιβάσαντα καὶ παρατρέψαντα δι᾽ ὧν νῦν ῥέει ῥεέθρων, ὥστε Θεσσαλίην πᾶσαν ἔξω τῶν ὀρέων ὑπόβρυχα γενέσθαιταῦτα δὲ ἔχοντα ἔλεγε ἐς τοὺς Ἀλεύεω παῖδας, ὅτι πρῶτοι Ἑλλήνων ἐόντες Θεσσαλοὶ ἔδοσαν ἑωυτοὺς βασιλέι, δοκέων Ξέρξης ἀπὸ παντός σφεας τοῦ ἔθνεος ἐπαγγέλλεσθαι φιλίην. εἴπας δὲ ταῦτα καὶ θεησάμενος ἀπέπλεε ἐς τὴν Θέρμην.

help | vocabulary | text | translation | developer

translation

7.131

xxxxxxx