Ἱστορίαι Ἡροδότου 7.140

7.139

vocabulary

xxxxxx

help

Πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι· καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα, ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο, χρᾷ Πυθίη, τῇ οὔνομα ἦν Ἀριστονίκη, τάδε.

μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ᾽ ἔσχατα γαίης δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα. οὔτε γὰρ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα, οὔτε πόδες νέατοι οὔτ᾽ ὦν χέρες, οὔτε τι μέσσης λείπεται, ἀλλ᾽ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων.

Πολλὰ δὲ κἆλλ᾽ ἀπολεῖ πυργώματα κου᾽ τὸ σὸν οἶον, πολλοὺς δ᾽ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι, δείματι παλλόμενοι, κατὰ δ᾽ ἀκροτάτοις ὀρόφοισι αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκας. ἀλλ᾽ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δ᾽ ἐπικίδνατε θυμόν.

help | vocabulary | text | translation | developer

translation

7.141

xxxxxxx