Ἱστορίαι Ἡροδότου 7.193

7.192

vocabulary

xxxxxx

help

Οἳ μὲν δὴ τὸ δεύτερον ἐλθόντες περὶ τὸ Ἀρτεμίσιον ἐναυλόχεον, Ποσειδέωνος σωτῆρος ἐπωνυμίην ἀπὸ τούτου ἔτι καὶ ἐς τόδε νομίζοντες. οἱ δὲ βάρβαροι, ὡς ἐπαύσατό τε ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο, κατασπάσαντες τὰς νέας ἔπλεον παρὰ τὴν ἤπειρον, κάμψαντες δὲ τὴν ἄκρην τῆς Μαγνησίης ἰθέαν ἔπλεον ἐς τὸν κόλπον τὸν ἐπὶ Παγασέων φέροντα. ἔστι δὲ χῶρος ἐν τῷ κόλπῳ τούτῳ τῆς Μαγνησίης, ἔνθα λέγεται τὸν Ἡρακλέα καταλειφθῆναι ὑπὸ Ἰήσονος τε καὶ τῶν συνεταίρων ἐκ τῆς Ἀργοῦς ἐπ᾽ ὕδωρ πεμφθέντα, εὖτ᾽ ἐπὶ τὸ κῶας ἔπλεον ἐς Αἶαν τὴν Κολχίδα· ἐνθεῦτεν γὰρ ἔμελλον ὑδρευσάμενοι ἐς τὸ πέλαγος ἀφήσειν. ἐπὶ τούτου δὲ τῷ χώρῳ οὔνομα γέγονε Ἀφέται. ἐν τούτῳ ὦν ὅρμον οἱ Ξέρξεω ἐποιεῦντο.

help | vocabulary | text | translation | developer

translation

7.194

xxxxxxx