Ἱστορίαι Ἡροδότου 7.200

7.199

vocabulary

xxxxxx

help

Ἔστι δὲ ἄλλος Φοῖνιξ ποταμὸς οὐ μέγας πρὸς μεσαμβρίην τοῦ Ἀσωποῦ, ὃς ἐκ τῶν ὀρέων τούτων ῥέων ἐς τὸν Ἀσωπὸν ἐκδιδοῖ. κατὰ δὲ τὸν Φοίνικα ποταμὸν στεινότατον ἐστί· ἁμαξιτὸς γὰρ μούνη δέδμηται. ἀπὸ δὲ τοῦ Φοίνικος ποταμοῦ πεντεκαίδεκα στάδια ἐστὶ ἐς Θερμοπύλας. ἐν δὲ τῷ μεταξὺ Φοίνικος ποταμοῦ καὶ Θερμοπυλέων κώμη τε ἐστὶ τῇ οὔνομα Ἀνθήλη κεῖται, παρ᾽ ἣν δὴ παραρρέων Ἀσωπὸς ἐς θάλασσαν ἐκδιδοῖ, καὶ χῶρος περὶ αὐτὴν εὐρύς, ἐν τῷ Δήμητρός τε ἱρὸν Ἀμφικτυονίδος ἵδρυται καὶ ἕδραι εἰσὶ Ἀμφικτύοσι καὶ αὐτοῦ τοῦ Ἀμφικτύονος ἱρόν.

help | vocabulary | text | translation | developer

translation

7.201

xxxxxxx