Ἱστορίαι Ἡροδότου 7.212

7.211

vocabulary

xxxxxx

help

Ἐν ταύτῃσι τῇσι προσόδοισι τῆς μάχης λέγεται βασιλέα θηεύμενον τρὶς ἀναδραμεῖν ἐκ τοῦ θρόνου δείσαντα περὶ τῇ στρατιῇ. τότε μὲν οὕτω ἠγωνίσαντο, τῇ δ᾽ ὑστεραίῃ οἱ βάρβαροι οὐδὲν ἄμεινον ἀέθλεον. ἅτε γὰρ ὀλίγων ἐόντων, ἐλπίσαντες σφέας κατατετρωματίσθαι τε καὶ οὐκ οἵους τε ἔσεσθαι ἔτι χεῖρας ἀνταείρασθαι συνέβαλλον. οἱ δὲ Ἕλληνες κατὰ τάξις τε καὶ κατὰ ἔθνεα κεκοσμημένοι ἦσαν, καὶ ἐν μέρεϊ ἕκαστοι ἐμάχοντο, πλὴν Φωκέων· οὗτοι δὲ ἐς τὸ ὄρος ἐτάχθησαν φυλάξοντες τὴν ἀτραπόν. ὡς δὲ οὐδὲν εὕρισκον ἀλλοιότερον οἱ Πέρσαι τῇ προτεραίῃ ἐνώρων, ἀπήλαυνον.

help | vocabulary | text | translation | developer

translation

7.213

xxxxxxx