Ἱστορίαι Ἡροδότου 7.214

7.213

vocabulary

xxxxxx

help

Ἐπιάλτης μὲν οὕτω ὕστερον τούτων ἀπέθανε, ἔστι δὲ ἕτερος λεγόμενος λόγος, ὡς Ὀνήτης τε Φαναγόρεω ἀνὴρ Καρύστιος καὶ Κορυδαλλὸς Ἀντικυρεὺς εἰσὶ οἱ εἴπαντες πρὸς βασιλέα τούτους τοὺς λόγους καὶ περιηγησάμενοι τὸ ὄρος τοῖσι Πέρσῃσι, οὐδαμῶς ἔμοιγε πιστός. τοῦτο μὲν γὰρ τῷδε χρὴ σταθμώσασθαι, ὅτι οἱ τῶν Ἑλλήνων Πυλαγόροι ἐπεκήρυξαν οὐκ ἐπὶ Ὀνήτῃ τε καὶ Κορυδαλλῷ ἀργύριον ἀλλ᾽ ἐπὶ Ἐπιάλτῃ τῷ Τρηχινίῳ, πάντως κου τὸ ἀτρεκέστατον πυθόμενοι· τοῦτο δὲ φεύγοντα Ἐπιάλτην ταύτην τὴν αἰτίην οἴδαμεν. εἰδείη μὲν γὰρ ἂν καὶ ἐὼν μὴ Μηλιεὺς ταύτην τὴν ἀτραπὸν Ὀνήτης, εἰ τῇ χώρῃ πολλὰ ὡμιληκὼς εἴη· ἀλλ᾽ Ἐπιάλτης γὰρ ἐστὶ περιηγησάμενος τὸ ὄρος κατὰ τὴν ἀτραπόν, τοῦτον αἴτιον γράφω.

help | vocabulary | text | translation | developer

translation

7.215

xxxxxxx