Ἱστορίαι Ἡροδότου 7.231

7.230

vocabulary

xxxxxx

help

Ἀπονοστήσας δὲ ἐς Λακεδαίμονα Ἀριστόδημος εἶχε ὄνειδός τε καὶ ἀτιμίην· πάσχων δὲ τοιάδε ἠτίμωτο· οὔτε οἱ πῦρ οὐδεὶς ἔναυε Σπαρτιητέων οὔτε διελέγετο. ὄνειδος δὲ εἶχε τρέσας Ἀριστόδημος καλεόμενος. ἀλλ᾽ μὲν ἐν τῇ ἐν Πλαταιῇσι μάχῃ ἀνέλαβε πᾶσαν τὴν ἐπενειχθεῖσαν αἰτίην·

help | vocabulary | text | translation | developer

translation

7.232

xxxxxxx