Ἱστορίαι Ἡροδότου 7.97

7.96

vocabulary

xxxxxx

help

Τοῦ δὲ ναυτικοῦ ἐστρατήγεον Ἀριαβίγνης τε Δαρείου καὶ Πρηξάσπης Ἀσπαθίνεω καὶ Μεγάβαζος Μεγαβάτεω καὶ Ἀχαιμένης Δαρείου, τῆς μὲν Ἰάδος τε καὶ Καρικῆς στρατιῆς Ἀριαβίγνης Δαρείου τε παῖς καὶ τῆς Γοβρύεω θυγατρός· Αἰγυπτίων δὲ ἐστρατήγεε Ἀχαιμένης Ξέρξεω ἐὼν ἀπ᾽ ἀμφοτέρων ἀδελφεός, τῆς δὲ ἄλλης στρατιῆς ἐστρατήγεον οἱ δύο. τριηκόντεροι δὲ καὶ πεντηκόντεροι καὶ κέρκουροι καὶ ἱππαγωγὰ πλοῖα μακρὰ συνελθόντα ἐς τὸν ἀριθμὸν ἐφάνη τρισχίλια.

help | vocabulary | text | translation | developer

translation

7.98

xxxxxxx